Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 1.226 | Joseph. AJ 1.231 (English) | >>Joseph. AJ 1.236 |
1.229ἀλλʼ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε , φέρε γενναίως τὴν καθιέρωσιν · τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρʼ ἡμῶν τῆς τιμῆς ἀνθʼ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν .
1.230ἐπεὶ δʼ ἐγεννήθης ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον , ἀλλʼ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος , ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν , ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις , ἀπαλλαγῆναι τοῦ βίου ,
1.231μετʼ εὐχῶν τε καὶ ἱερουργίας ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρʼ αὐτῷ καθέξοντος · ἔσῃ τʼ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον , διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην , τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος .”
1.232
κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ · βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς . οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν , οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας , ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν , εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 1.226 | Joseph. AJ 1.231 (English) | >>Joseph. AJ 1.236 |